3
Jesus and Nicodemus
Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων. Οὗτος ἦλθεν πρὸς τὸν Ἰησοῦν νυκτὸς*προς τον ιησουν νυκτος f35 N [60%] CP,TR ¦ 1 αυτον 4 𝕻66,75A,B,W [40%] HF,RP,OC,NU ¦ ~ 41 αυτον ℵ καὶ εἶπεν αὐτῷ, «Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος, οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναταιταυτα τα σημεια δυναται f35 [98%] CP,HF,RP,OC,TR ¦ ~ 4123 𝕻66,75ℵA,B,N [2%] NU ¦ ~ 4231 W ¦ two other variants ποιεῖν ἃ σὺ ποιεῖς ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾿ αὐτοῦ.» Ἀπεκρίθηαπεκριθη f35 𝕻66,75B,W [50%] OC,NU ¦ 1 ο ℵA,N [50%] CP,HF,RP,TR Ἰησοῦς καὶ εἶπεν αὐτῷ, «Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ Ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.» Λέγει πρὸς αὐτὸν§αυτον f35 𝕻66,75B,N,W [40%] ¦ 1 ο ℵA [60%] CP,HF,RP,OC,TR[NU] Νικόδημος· «Πῶς δύναται ἄνθρωπος γεννηθῆναι, γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» Ἀπεκρίθη*απεκριθη f35 𝕻66,75ℵA,W (86.9%) CP,HF,RP,OC,NU ¦ 1 ο B,N (13.1%) TR Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν. Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, ‹Δεῖ ὑμᾶς γεννηθῆναι Ἄνωθεν.› Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾿ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.»
Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, «Πῶς δύναται ταῦτα γενέσθαι;» 10 Ἀπεκρίθηαπεκριθη rell ¦ 1 ο ℵN [20%] TR Ἰησοῦς καὶ εἶπεν αὐτῷ· «Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις; 11 Ἀμήν, ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. 12 Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;πιστευσετε f35 𝕻66ℵA,B [70%] CP,HF,RP,OC,TR,NU ¦ πιστευσητε W [29%] ¦ πιστευετε 𝕻75 [1%] ¦ πιστευεται N 13 Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς—ὁ Υἱὸς τοῦ Ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ.§ο ων εν τω ουρανω f35 (A)N (98.4%) CP,HF,RP,OC,TR ¦ — 𝕻63,66,75ℵB,W (1%) NU ¦ 12 εκ του ουρανου (0.4%) ¦ two other variants (0.1%) 14 Καί, καθὼς Μωσῆς*μωσης f35 A [80%] CP,HF,RP,TR ¦ μωυσης 𝕻63,66,75ℵB,N,W [20%] OC,NU ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου, 15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸνεις αυτον f35 ℵT (96.8%) CP,HF,RP,OC,TR ¦ εν αυτω 𝕻75B,W (0.4%) NU ¦ επ αυτω 𝕻66 (0.4%) ¦ επ 2 A (0.1%) ¦ two other variants (0.1%) ¦ long omissions (2.2%) [homoioteleuton] μὴ ἀπόληται, ἀλλ᾿μη αποληται αλλ f35 𝕻63A [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻36,66,75ℵB,W [1%] NU ἔχῃ§εχη rell ¦ εχει [40%] ζωὴν αἰώνιον. 16 Οὕτως*ουτως f35pt 𝕻63,66,75ℵA,B,W [60%] (I include this for the record, to show that the dropping of -ς before a consonant was not automatic.) γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦαυτου f35 𝕻63A,T (97.5%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,W (0.4%) NU ¦ long omissions (2.1%) [homoioteleuton] τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃεχη rell ¦ εχει [30%] ζωὴν αἰώνιον. 17 Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ§αυτου f35 𝕻63A [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,W [1%] NU εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ. 18 Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.
19 »Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ πονηρὰ αὐτῶν*πονηρα αυτων f35 [80%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66,75ℵA,B,W [20%] NU τὰ ἔργα. 20 Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.τα εργα αυτου f35 ℵB (82.3%) CP,HF,RP,OC,TR,NU ¦ ~ 312 𝕻75A,W (9.6%) ¦ 123 οτι πονηρα εστιν 𝕻66 (7.1%) ¦ ~ 312 οτι πονηρα εστιν (0.3%) ¦ long omissions (0.8%) [homoioteleuton] 21 Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.»
John the baptizer testifies again
22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς, καὶ οἱ μαθηταὶ αὐτοῦ, εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν. 23 Ἦν δὲ καὶκαι f35 𝕻75ℵ [70%] CP,HF,RP,OC,TR ¦ 1 ο 𝕻66A,B,N,W [30%] NU Ἰωάννης βαπτίζων ἐν Αἰνών, ἐγγὺς τοῦ Σαλήμ,§σαλημ f35 [60%] CP,HF,RP ¦ σαλειμ 𝕻66,75ℵB,N [39%] OC,TR,NU ¦ σαλλειμ A ¦ σαλιμ W [1%] ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ. Καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· 24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.
25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου*ιουδαιου f35 𝕻75A,B,N(W) (85.5%) HF,RP,OC,NU ¦ ιουδαιων 𝕻66ℵ (13.5%) CP,TR ¦ lengthy omissions (1%) περὶ καθαρισμοῦ. 26 Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, «Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας—ἴδε, οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν.» 27 Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· «Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲνλαμβανειν ουδεν f35 A,N,W (89.3%) CP,HF,RP,OC,TR ¦ 1 ουδε εν 𝕻66,75B (0.2%) NU ¦ λαβειν 2 ℵ (0.6%) ¦ 1 αφ εαυτου 2 (4.5%) ¦ αφ εαυτου 12 (3.3%) ¦ 12 αφ εαυτου (1%) ¦ αφ εαυτου λαβειν 2 (1%) ¦ three other variants (0.2%) ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. 28 Αὐτοὶ ὑμεῖς μοιμοι f35 𝕻66A,B,D,N,W [70%] CP,OC,TR,NU ¦ — 𝕻75ℵ [30%] HF,RP μαρτυρεῖτε ὅτι εἶπον,§ειπον f35 ℵA,D,N,W [98.5%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66,75 [0.2%] [NU] ¦ 1 εγω B ¦ 1 υμιν [1%] ‹Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός,› ἀλλ᾿ ὅτι ‹Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.› 29 Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. 30 Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
31 »Ὁ Ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν.*επανω παντων εστιν f35 𝕻66A,B,W (97.1%) CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻75ℵD (0.8%) ¦ long omissions (2.2%) [homoioteleuton] 32 Καὶκαι f35 A [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,D,W [2%] NU ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. 33 Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. 34 Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸςο θεος f35 A,D [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵ(B)C,W [2%] NU τὸ Πνεῦμα. 35 Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. 36 Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν§την f35 [50%] CP,HF ¦ — 𝕻66,75(ℵ)A,B,C,D,W [50%] RP,OC,TR,NU ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ*μενεῖ f35 [50%] (CP) ¦ μένει [50%] HF,RP,OC,TR,NU ἐπ᾿ αὐτόν.»

*3:2 προς τον ιησουν νυκτος f35 N [60%] CP,TR ¦ 1 αυτον 4 𝕻66,75A,B,W [40%] HF,RP,OC,NU ¦ ~ 41 αυτον ℵ

3:2 ταυτα τα σημεια δυναται f35 [98%] CP,HF,RP,OC,TR ¦ ~ 4123 𝕻66,75ℵA,B,N [2%] NU ¦ ~ 4231 W ¦ two other variants

3:3 απεκριθη f35 𝕻66,75B,W [50%] OC,NU ¦ 1 ο ℵA,N [50%] CP,HF,RP,TR

§3:4 αυτον f35 𝕻66,75B,N,W [40%] ¦ 1 ο ℵA [60%] CP,HF,RP,OC,TR[NU]

*3:5 απεκριθη f35 𝕻66,75ℵA,W (86.9%) CP,HF,RP,OC,NU ¦ 1 ο B,N (13.1%) TR

3:10 απεκριθη rell ¦ 1 ο ℵN [20%] TR

3:12 πιστευσετε f35 𝕻66ℵA,B [70%] CP,HF,RP,OC,TR,NU ¦ πιστευσητε W [29%] ¦ πιστευετε 𝕻75 [1%] ¦ πιστευεται N

§3:13 ο ων εν τω ουρανω f35 (A)N (98.4%) CP,HF,RP,OC,TR ¦ — 𝕻63,66,75ℵB,W (1%) NU ¦ 12 εκ του ουρανου (0.4%) ¦ two other variants (0.1%)

*3:14 μωσης f35 A [80%] CP,HF,RP,TR ¦ μωυσης 𝕻63,66,75ℵB,N,W [20%] OC,NU

3:15 εις αυτον f35 ℵT (96.8%) CP,HF,RP,OC,TR ¦ εν αυτω 𝕻75B,W (0.4%) NU ¦ επ αυτω 𝕻66 (0.4%) ¦ επ 2 A (0.1%) ¦ two other variants (0.1%) ¦ long omissions (2.2%) [homoioteleuton]

3:15 μη αποληται αλλ f35 𝕻63A [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻36,66,75ℵB,W [1%] NU

§3:15 εχη rell ¦ εχει [40%]

*3:16 ουτως f35pt 𝕻63,66,75ℵA,B,W [60%] (I include this for the record, to show that the dropping of -ς before a consonant was not automatic.)

3:16 αυτου f35 𝕻63A,T (97.5%) CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,W (0.4%) NU ¦ long omissions (2.1%) [homoioteleuton]

3:16 εχη rell ¦ εχει [30%]

§3:17 αυτου f35 𝕻63A [99%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,W [1%] NU

*3:19 πονηρα αυτων f35 [80%] CP,HF,RP,OC,TR ¦ ~ 21 𝕻66,75ℵA,B,W [20%] NU

3:20 τα εργα αυτου f35 ℵB (82.3%) CP,HF,RP,OC,TR,NU ¦ ~ 312 𝕻75A,W (9.6%) ¦ 123 οτι πονηρα εστιν 𝕻66 (7.1%) ¦ ~ 312 οτι πονηρα εστιν (0.3%) ¦ long omissions (0.8%) [homoioteleuton]

3:23 και f35 𝕻75ℵ [70%] CP,HF,RP,OC,TR ¦ 1 ο 𝕻66A,B,N,W [30%] NU

§3:23 σαλημ f35 [60%] CP,HF,RP ¦ σαλειμ 𝕻66,75ℵB,N [39%] OC,TR,NU ¦ σαλλειμ A ¦ σαλιμ W [1%]

*3:25 ιουδαιου f35 𝕻75A,B,N(W) (85.5%) HF,RP,OC,NU ¦ ιουδαιων 𝕻66ℵ (13.5%) CP,TR ¦ lengthy omissions (1%)

3:27 λαμβανειν ουδεν f35 A,N,W (89.3%) CP,HF,RP,OC,TR ¦ 1 ουδε εν 𝕻66,75B (0.2%) NU ¦ λαβειν 2 ℵ (0.6%) ¦ 1 αφ εαυτου 2 (4.5%) ¦ αφ εαυτου 12 (3.3%) ¦ 12 αφ εαυτου (1%) ¦ αφ εαυτου λαβειν 2 (1%) ¦ three other variants (0.2%)

3:28 μοι f35 𝕻66A,B,D,N,W [70%] CP,OC,TR,NU ¦ — 𝕻75ℵ [30%] HF,RP

§3:28 ειπον f35 ℵA,D,N,W [98.5%] CP,HF,RP,OC,TR ¦ 1 οτι 𝕻66,75 [0.2%] [NU] ¦ 1 εγω B ¦ 1 υμιν [1%]

*3:31 επανω παντων εστιν f35 𝕻66A,B,W (97.1%) CP,HF,RP,OC,TR[NU] ¦ — 𝕻75ℵD (0.8%) ¦ long omissions (2.2%) [homoioteleuton]

3:32 και f35 A [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵB,D,W [2%] NU

3:34 ο θεος f35 A,D [98%] CP,HF,RP,OC,TR ¦ — 𝕻66,75ℵ(B)C,W [2%] NU

§3:36 την f35 [50%] CP,HF ¦ — 𝕻66,75(ℵ)A,B,C,D,W [50%] RP,OC,TR,NU

*3:36 μενεῖ f35 [50%] (CP) ¦ μένει [50%] HF,RP,OC,TR,NU