ΙΩΑΝΝΟΥ Γ
1
Greeting
Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. Μειζοτέραν τούτων οὐκ ἔχω *χαραν ¦ χαριν WHχαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν αληθεια ¦ τη αληθεια NA27 SBL TH WHἀληθείᾳ περιπατοῦντα.
Gaius Commended
Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εις τους 89.8% ¦ τουτο CT 7.6%εἰς τοὺς ξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. Ὑπὲρ γὰρ τοῦ §ονοματος ¦ ονοματος αυτου SCRὀνόματος *εξηλθον ¦ εξηλθαν WHἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν εθνων 88% ¦ εθνικων ANT CT 12%ἐθνῶν. Ἡμεῖς οὖν ὀφείλομεν απολαμβανειν 91.4% ¦ υπολαμβανειν CT 7.6%ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
Diotrephes Denounced
§εγραψα ¦ εγραψα τι CTἜγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾽ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 10 Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
Demetrius Commended
11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· *ο ¦ ο δε PCK TRὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ υπ ¦ υπο CTὑπ᾽ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οιδατε 61.2% ¦ οιδαμεν PCK 23.2% ¦ οιδας CT 15%οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι.
Final Greetings
13 Πολλὰ εἶχον §γραφειν ¦ γραψαι σοι CTγράφειν, ἀλλ᾽ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι *γραψαι ¦ γραφειν CTγράψαι· 14 ἐλπίζω δὲ εὐθέως ιδειν σε 95% ¦ σε ιδειν CT 4.8%ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατ᾽ ὄνομα.

*1:4 χαραν ¦ χαριν WH

1:4 αληθεια ¦ τη αληθεια NA27 SBL TH WH

1:5 εις τους 89.8% ¦ τουτο CT 7.6%

§1:7 ονοματος ¦ ονοματος αυτου SCR

*1:7 εξηλθον ¦ εξηλθαν WH

1:7 εθνων 88% ¦ εθνικων ANT CT 12%

1:8 απολαμβανειν 91.4% ¦ υπολαμβανειν CT 7.6%

§1:9 εγραψα ¦ εγραψα τι CT

*1:11 ο ¦ ο δε PCK TR

1:12 υπ ¦ υπο CT

1:12 οιδατε 61.2% ¦ οιδαμεν PCK 23.2% ¦ οιδας CT 15%

§1:13 γραφειν ¦ γραψαι σοι CT

*1:13 γραψαι ¦ γραφειν CT

1:14 ιδειν σε 95% ¦ σε ιδειν CT 4.8%