Jesus ministers in Perea—29/30 AD
19
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2 Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
Jesus denies divorce
3 Καὶ προσῆλθον αὐτῷ οἱ* Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες αὐτῷ,† «Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;» 4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς·‡ «Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας§ ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; 5 Καὶ εἶπεν, ‹Ἕνεκεν* τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ† καὶ τὴν μητέρα καὶ προσκολληθήσεται‡ πρὸς τὴν γυναῖκα§ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.› 6 Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» 7 Λέγουσιν αὐτῷ, «Τί οὖν Μωσῆς* ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;»† 8 Λέγει αὐτοῖς ὅτι «Μωσῆς‡ πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9 Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ,§ καὶ γαμήσῃ* ἄλλην μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.»† 10 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ,‡ «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.» 11 Ὁ δὲ εἶπεν αὐτοῖς· «Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον,§ ἀλλ᾿ οἷς δέδοται. 12 Εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν* οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.»
Jesus blesses children
13 Τότε προσηνέχθη† αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς‡ καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» 15 Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας§ ἐπορεύθη ἐκεῖθεν.
It is difficult for a rich person to enter the Kingdom
16 Καὶ ἰδού, εἷς τις* προσελθὼν εἶπεν αὐτῷ,† «Διδάσκαλε ἀγαθέ,‡ τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;»§ 17 Ὁ δὲ εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν;* Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.† Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν,‡ τήρησον τὰς ἐντολάς.» 18 Λέγει αὐτῷ, «Ποίας;» Ὁ δὲ Ἰησοῦς εἶπεν· «Τὸ ‹Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα§ καὶ τὴν μητέρα,›* καὶ ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› » 20 Λέγει αὐτῷ ὁ νεανίσκος· «Πάντα ταῦτα ἐφυλαξάμην† ἐκ νεότητός μου.‡ Τί ἔτι ὑστερῶ;» 21 Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς§ πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ·* καὶ δεῦρο ἀκολούθει μοι.» 22 Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· «Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος† εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν‡ ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.»§ 25 Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ* ἐξεπλήσσοντο σφόδρα, λέγοντες, «Τίς ἄρα δύναται σωθῆναι;» 26 Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ Θεῷ πάντα δυνατά.»†
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Τί ἄρα ἔσται ἡμῖν;» 28 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς, οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ Παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε‡ καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους,§ κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 Καί, πᾶς ὃς* ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς† ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται,‡ καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ§ ἔσχατοι πρῶτοι.
* 19:3 οι f35 ℵD [95%] RP,HF,OC,CP,TR ¦ — 𝕻25B,C,W [5%] NU † 19:3 αυτω f35 W [95%] RP,HF,OC,CP,TR ¦ — ℵB,C(D) [5%] NU ‡ 19:4 αυτοις f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU § 19:4 ποιησας f35 ℵ,C,D,W [99%] RP,HF,OC,CP,TR ¦ κτισας B [1%] NU * 19:5 ενεκεν f35 C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ ενεκα ℵB [0.5%] NU † 19:5 αυτου f35 C [50%] OC,CP ¦ — ℵB,D,W [50%] RP,HF,TR,NU ‡ 19:5 προσκολληθησεται f35 ℵC [90%] RP,HF,CP,TR ¦ κολληθησεται B,D,W [10%] OC,NU § 19:5 προς την γυναικα f35 [20%] ¦ τη γυναικι ℵB,C,D,W [80%] RP,HF,OC,CP,TR,NU * 19:7 μωσης rell ¦ μωυσης B(D)N,W [5%] NU † 19:7 αυτην f35 B,C,N,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵD [1%] ‡ 19:8 μωσης rell ¦ μωυσης B(D)N,W [5%] NU § 19:9 μη επι πορνεια f35 ℵ,C,N,W [95%] RP,HF,OC,CP,NU ¦ ει 123 [3%] TR ¦ παρεκτος λογου πορνειας B,D [2%] * 19:9 γαμηση rell ¦ γαμησει [5%] CP † 19:9 και ο απολελυμενην γαμησας μοιχαται f35 B [95%] RP,HF,OC,CP,TR ¦ — ℵD [0.5%] NU ¦ 123 γαμων 5 C,N,W [4.5%] ¦ ωσαυτως 12 γαμων 35 𝕻25 ‡ 19:10 αυτου f35 𝕻25D,N,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB [0.5%] § 19:11 τουτον f35 ℵ,C,D,N,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ — B [1%] * 19:12 εγεννηθησαν rell ¦ εγενηθησαν [1%] CP † 19:13 προσηνεχθη f35 W [97%] RP,HF,OC,TR ¦ προσηνεχθησαν ℵB,C,D [3%] CP,NU ‡ 19:13 τας χειρας επιθη αυτοις rell ¦ ~ 3412 [1%] OC § 19:15 αυτοις τας χειρας f35 C,W [96%] RP,HF,CP,TR ¦ ~ 231 B,D [3%] OC,NU ¦ ~ 23 επ αυτους ℵ ¦ 23 [1%] * 19:16 τις f35 [25%] ¦ — ℵB,C,D,W [75%] RP,HF,OC,CP,TR,NU † 19:16 ειπεν αυτω f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB [2%] NU ¦ λεγει 2 D ‡ 19:16 αγαθε f35 C,W (99%) RP,HF,OC,CP,TR ¦ — ℵB,D (1%) NU § 19:16 ποιησω ινα εχω ζωην αιωνιον f35 (W) [98.5%] RP,HF,OC,CP,TR ¦ 12 σχω 45 B,C,D [0.5%] NU ¦ ποιησας 45 κληρονομησω ℵ [1%] * 19:17 λεγεις αγαθον f35 C,W (99%) RP,HF,OC,CP,TR ¦ ερωτας περι του αγαθου ℵB(D) (0.9%) NU ¦ — (0.2%) † 19:17 ουδεις αγαθος ει μη εις ο θεος f35 C,W (99.1%) RP,HF,OC,CP,TR ¦ εις (−ε. B) εστιν ο αγαθος ℵ(B) (0.3%) NU ¦ εις εστιν αγαθος D (0.6%) ‡ 19:17 εισελθειν εις την ζωην f35 W [97%] RP,HF,OC,CP,TR ¦ ~ 2341 ℵB,C(D) [3%] NU § 19:19 πατερα rell ¦ 1 σου W [35%] TR * 19:19 μητερα rell ¦ 1 σου [5%] CP † 19:20 εφυλαξαμην f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ εφυλαξα ℵB,D [1.5%] NU ‡ 19:20 εκ νεοτητος μου f35 C,W (99%) RP,HF,OC,CP,TR ¦ — ℵB (1%) NU ¦ 12 D § 19:21 δος f35 ℵC,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 τοις B,D [0.5%] [NU] * 19:21 ουρανω f35 ℵW [99.5%] RP,HF,OC,CP,TR ¦ ουρανοις B,C,D [0.5%] NU † 19:23 δυσκολως πλουσιος f35 W [97%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,C,D [3%] NU ‡ 19:24 διελθειν f35 B,D [90%] RP,HF,OC,CP,TR,NU ¦ εισελθειν ℵ,C,W [10%] § 19:24 εις την βασιλειαν του θεου εισελθειν f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ ~ 612345 B,D [0.5%] NU ¦ 12345 ℵ [0.5%] ¦ 123 των ουρανων [0.5%] * 19:25 αυτου f35 W [90%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [10%] NU † 19:26 παντα δυνατα f35 B,C,W [70%] RP,HF,CP,NU ¦ ~ 21 ℵ [0.5%] ¦ 12 εστιν D [30%] OC,TR ‡ 19:28 καθισεσθε f35 C,D [94%] RP,HF,OC,CP,TR ¦ καθησεσθε ℵB,W [5%] NU ¦ καθεσθησεσθε [1%] ¦ two other readings § 19:28 θρονους rell ¦ θρονων CP * 19:29 ος f35 [90%] RP,HF,OC,CP,TR ¦ οστις ℵB,C,D,W [10%] NU † 19:29 οικιας η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους f35 W [66%] RP,HF,OC,TR ¦ οικιαν 2-15 f35pt [30%] CP ¦ 1-9,12-15 B [0.5%] NU ¦ 3-15 ℵ [0.5%] ¦ ~ 3-15,21 C [1%] ¦ 1-5,8-9,12-15 D ¦ ~ 3-6 γονεις 12-15,21 [1%] ¦ at least three further variations ‡ 19:29 ληψεται rell ¦ λημψεται ℵB,C,D,W [1%] NU § 19:30 και rell ¦ 1 οι C [5%] CP