20
The desperate landowner
»Ὁμοία γάρ ἐστιν βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ συμφωνήσας* μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς. Καὶ ἐκείνοις εἶπεν, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ἐὰν δίκαιον δώσω ὑμῖν.› Οἱ δὲ ἀπῆλθον. Πάλιν§ ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην* ὥραν ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς, ‹Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;› Λέγουσιν αὐτῷ, ‹Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο.› Λέγει αὐτοῖς, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ἐὰν δίκαιον λήψεσθε.›§ Ὀψίας δὲ γενομένης, λέγει κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, ‹Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.› Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 Ἐλθόντες δὲ* οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον.§ 11 Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12 λέγοντες ὅτι*Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.› 13  δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν·Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15  οὐκ ἔξεστίν μοι ποιῆσαι θέλω§ ἐν τοῖς ἐμοῖς; Εἰ* ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;› 16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί
Jesus alerts the disciples, again
17 Καὶ ἀναβαίνων Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾿ ἰδίαν ἐν τῇ ὁδῷ καὶ§ εἶπεν αὐτοῖς· 18 «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται*
Selfish ambition rebuked
20 Τότε προσῆλθεν αὐτῷ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾿ αὐτοῦ. 21  δὲ εἶπεν αὐτῇ, «Τί θέλειςΛέγει αὐτῷ, «Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου§ ἐν τῇ βασιλείᾳ σου 22 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ μέλλω πίνειν, * τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι Λέγουσιν αὐτῷ, «Δυνάμεθα 23 Καὶ λέγει αὐτοῖς· «Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε,§ τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου* οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου
24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25  δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· «Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν· 26 οὐχ οὕτως δὲ ἔσται§ ὑμῖν. Ἀλλ᾿ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται* ὑμῶν διάκονος, 27 καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος· 28 ὥσπερ Υἱὸς τοῦ Ἀνθρώπουοὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν
Two blind men
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε,§ Υἱὸς Δαυίδ 31  δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν, οἱ δὲ μεῖζον ἔκραζον,* λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυίδ 32 Καὶ στὰς Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, «Τί θέλετε ποιήσω ὑμῖν 33 Λέγουσιν αὐτῷ, «Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί 34 Σπλαγχνισθεὶς§ δὲ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν,* καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.
* 20:2 και συμφωνησας f35 [85%] RP,HF,OC,CP ¦ ~ 2 δε ℵB,C,D,W [15%] TR,NU 20:3 περι rell ¦ 1 την C [5%] TR 20:4 και εκεινοις f35 ℵB,W [90%] RP,HF,OC,CP,NU ¦ κακεινοις C,D [10%] TR § 20:5 παλιν f35 B,W [99%] RP,HF,OC,CP,TR ¦ 1 δε ℵ,C,D [1%] [NU] * 20:5 ενατην f35 ℵB,C,W [90%] RP,HF,OC,CP,NU ¦ εννατην (D) [10%] TR 20:6 ωραν f35 C,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU 20:6 αργους f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU § 20:7 και ο εαν η δικαιον ληψεσθε f35 (C,N,W) [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU * 20:10 ελθοντες δε f35 ℵ,W [97.5%] RP,HF,OC,CP,TR ¦ ~ και 1 B,C,D [2%] NU ¦ 12 και N [0.5%] 20:10 πλειονα f35 ℵ [97%] RP,HF,OC,CP,TR ¦ πλειον B,C,N,W [3%] NU ¦ πλειω D 20:10 ληψονται rell ¦ λημψονται ℵB,C,D,W [1%] NU ¦ λημψοντε N § 20:10 και αυτοι ανα δηναριον f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 3412 B ¦ ~ το 3412 ℵ [0.5%] [NU] ¦ ~ 34 το 12 C ¦ 12 το 34 N * 20:12 οτι f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU 20:13 ειπεν ενι αυτων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵD [0.5%] NU ¦ ~ 321 B ¦ one other variant 20:15 η f35 ℵ,C,N,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ — B,D [0.5%] § 20:15 ποιησαι ο θελω f35 C,N [97%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵB,D [3%] NU ¦ 1 ως 3 W * 20:15 ει f35 [85%] RP,HF,OC,CP,TR ¦ η ℵB,C,D,N,W [15%] NU 20:16 πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι f35 C,D,N,W (98.5%) RP,HF,OC,CP,TR ¦ — ℵB (1.5%) NU 20:17 μαθητας f35 B,C,N,W [98.5%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵD [1.5%] § 20:17 εν τη οδω και f35 C,D,N,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 4123 ℵB [3%] NU * 20:19 αναστησεται f35 B,D,W [99%] RP,HF,OC,CP,TR ¦ εγερθησεται ℵC,N [1%] NU 20:20 παρ f35 ℵC,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ απ B,D [0.5%] NU 20:21 ευωνυμων rell ¦ ευωνιμων CP § 20:21 σου rell ¦ — D [5%] TR * 20:22 η f35 C,N,W [90%] RP,HF,OC,CP ¦ και [9%] TR ¦ — ℵB,D [1%] NU 20:22 το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU 20:23 και f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [2%] NU § 20:23 και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU * 20:23 μου f35 N,W [85%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [15%] NU 20:23 εμον f35 ℵB,N [97%] RP,HF,OC,CP,TR ¦ 1 τουτο C,D,W [3%] [NU] 20:26 δε f35 C [85%] RP,HF,CP,TR ¦ — ℵB,D,W [15%] OC,NU § 20:26 εσται f35 [20%] ¦ 1 εν ℵB,C,D,N,W [80%] RP,HF,OC,CP,TR,NU * 20:26 εσται rell ¦ εστω [10%] TR 20:27 εαν f35 C,N [99%] RP,HF,OC,CP,TR ¦ αν ℵB,D,W [0.5%] NU ¦ — [0.5%] 20:27 εσται f35 𝕻45C,N,W [35%] OC,CP,NU ¦ εστω B [65%] RP,HF,TR ¦ εστε ℵD § 20:30 ελεησον ημας κυριε f35 𝕻45C,W [98%] RP,HF,OC,CP,TR[NU] ¦ ~ 312 B [0.5%] ¦ 12 ιησου ℵ [1%] ¦ 123 ιησου N ¦ 12 D [0.5%] * 20:31 εκραζον f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ εκαρξαν ℵB,D [1%] NU ¦ εκραυγασαν 𝕻45 ¦ εκραυγαζον [1%] 20:33 ανοιχθωσιν f35 C,N [97%] RP,HF,OC,CP,TR ¦ ανοιγωσιν B [3%] NU ¦ ανυγωσιν ℵD ¦ ανεωχθωσιν W 20:33 ημων οι οφθαλμοι f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 231 (υμων ℵ) (ℵ)B,D [1%] NU § 20:34 σπλαγχνισθεις rell ¦ σπλαχνισθεις CP * 20:34 των οφθαλμων αυτων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ 12 αυτου ℵ ¦ 1 ομματων 3 D [1%] NU ¦ ~ 31 ομματων B 20:34 αυτων οι οφθαλμοι f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [2%] NU