18
The Fall of Babylon the Great
*Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ. καὶ ἔκραξεν ἰσχυρᾷ φωνῇ λέγων,
 
§Ἔπεσε Βαβυλὼν μεγάλη,
καὶ ἐγένετο κατοικητήριον *δαιμόνων
καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου
καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου·
ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς
§πεπτώκασι πάντα τὰ ἔθνη,
καὶ οἱ βασιλεῖς τῆς γῆς μεταὐτῆς ἐπόρνευσαν,
καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
 
Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν,
 
*Ἔξελθε ἐξ αὐτῆς λαός μου,
ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς,
§καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
ὅτι *ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ,
καὶ ἐμνημόνευσεν αὐτῆς Θεὸς τὰ ἀδικήματα αὐτῆς.
ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκε,
καὶ διπλώσατε §τὰ διπλᾶ, ὡς καὶ αὐτή, καὶ κατὰ τὰ ἔργα αὐτῆς·
ἐν τῷ ποτηρίῳ *αὐτῆς ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν.
ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασε,
τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος·
ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει §ὅτι
Κάθημαι βασίλισσα
καὶ χήρα οὐκ εἰμί,
καὶ πένθος οὐ μὴ ἴδω.
διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς
θάνατος, *πένθος καὶ λιμός·
καὶ ἐν πυρὶ κατακαυθήσεται,
ὅτι ἰσχυρὸς Κύριος Θεὸς κρίνας αὐτήν.
 
Καὶ κλαύσουσι καὶ κόψονται ἐπ§αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μεταὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσι τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες,
 
Οὐαί, *οὐαί, πόλις μεγάλη,
Βαβυλών, πόλις ἰσχυρά,
ὅτι μιᾷ ὥρᾳ ἦλθεν κρίσις σου.
 
11 Καὶ οἱ ἔμποροι τῆς γῆς κλαύσουσι καὶ πενθήσουσιν §ἐπαὐτῇ, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ *μαργαρίτου καὶ βυσσίνου καὶ πορφυροῦ καὶ §σηρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 13 καὶ *κινάμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ πρόβατα καὶ κτήνη, καὶ ἵππων καὶ §ῥαιδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
 
14 καὶ ὀπώρα *τῆς ἐπιθυμίας τῆς ψυχῆς σου
ἀπῆλθεν ἀπὸ σοῦ,
καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ
ἀπώλετο ἀπὸ σοῦ,
καὶ οὐκέτι §αὐτὰ οὐ μὴ εὕρῃς.
 
15 οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπαὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς *καὶ κλαίοντες καὶ πενθοῦντες, 16 λέγοντες,
 
Οὐαί, οὐαί, πόλις μεγάλη,
περιβεβλημένη §βύσσον
καὶ πορφυροῦν καὶ κόκκινον,
καὶ κεχρυσωμένη *χρυσίῳ
καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις,
17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη τοσοῦτος πλοῦτος.
 
Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τόπον πλέων, καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν 18 καὶ §ἔκραζον *βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ; 19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες καὶ λέγοντες,
 
Οὐαί, οὐαί, πόλις μεγάλη,
ἐν ἐπλούτησαν πάντες οἱ ἔχοντες §τὰ πλοῖα ἐν τῇ θαλάσσῃ
ἐκ τῆς τιμιότητος αὐτῆς,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 εὐφραίνου ἐπ*αὐτῇ, οὐρανέ,
καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἔκρινεν Θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
 
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων,
 
§Οὕτως ὁρμήματι βληθήσεται
Βαβυλὼν μεγάλη πόλις,
καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶ πᾶς τεχνίτης πάσης τέχνης
οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 καὶ φῶς λύχνου
οὐ μὴ φανῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι·
*ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη.
 
24 καὶ ἐν αὐτῇ αἵματα προφητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.
* 18:1 μετα 𝔐K [52.5%] ¦ και μετα 𝔐A,C ᴘᴄᴋ ᴛʀ [47%] 18:1 αλλον αγγελον 𝔐A,C,K [79.7%] ¦ αγγελον αλλον ᴍꜱꜱ [15.7%] ¦ αγγελον ꜱᴛ [2.8%] 18:2 ισχυρα φωνη 𝔐K [35.9%] ¦ εν ισχυρα φωνη 𝔐A(11),C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ [29%] ¦ ισχηραν φωνην ᴍꜱꜱ [13.4%] ¦ ισχυρα φωνη μεγαλη 𝔐A(18) [8.8%] ¦ εν ισχυρα φωνη μεγαλη 𝔐A(10) [6%] ¦ εν ισχυι φωνη μεγαλη ᴛʀ [0.9%] § 18:2 επεσε 𝔐K [49.1%] ¦ επεσεν επεσε 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ [50.5%] * 18:2 δαιμονων 𝔐A,C,K 92.3% ¦ δαιμονιων ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ 6.5% 18:2 φυλακη παντος ορνεου ακαθαρτου και μεμισημενου 𝔐C,K [52.5%] ¦ μεμισημενου 𝔐A [24%] ¦ φυλακη παντος ορνεου ακαθαρτου και φυλακη παντος θηριου ακαθαρτου και μεμισημενου ꜱʙʟ [1.8%] 18:3 οινου του θυμου 𝔐K 48.8% ¦ θυμου του οινου 𝔐A,C ᴘᴄᴋ 41.5% § 18:3 πεπτωκασι 𝔐K 39.1% ¦ πεπωκε 𝔐A(15),C ᴘᴄᴋ ᴛʀ 22.7% ¦ πεπωκασι ʜꜰ 12.5% ¦ πεποτικε 𝔐A(13) 7.8% ¦ πεπτωκε ᴍꜱꜱ 5.1% ¦ πεπτωκαν ꜱʙʟ ᴛʜ ᴡʜ 1.2% ¦ πεπωκαν ᴀɴᴛ 0.8% * 18:4 εξελθε 𝔐K [52.5%] ¦ εξελθετε 𝔐A,C ᴘᴄᴋ ᴛʀ [37.3%] ¦ εξελθατε ᴄᴛ [8.3%] 18:4 εξ αυτης ο λαος μου 𝔐A,C,K 81.6% ¦ ο λαος μου εξ αυτης ꜱʙʟ ᴛʜ ᴡʜ 3.1% 18:4 συγκοινωνησητε 𝔐A,C,K [94.5%] ¦ συνκοινωνησητε ɴᴀ ᴛʜ ᴡʜ [3.7%] § 18:4 και εκ των πληγων αυτης ινα μη λαβητε 𝔐A(19),C,K [75.9%] ¦ ινα μη λαβητε 𝔐A(10) [6.5%] ¦ και ινα μη λαβητε εκ των πληγων αυτης ᴛʀ [0.9%] ¦ και ινα εκ των πληγων αυτης μη λαβητε ᴀɴᴛ [0%] {Note: At the 44-56 marker, ᴇᴄᴍ mislabels the reading και ινα μη λαβητε as αυτης.} * 18:5 εκολληθησαν 𝔐A,C,K [98.6%] ¦ ηκολουθησαν ꜱᴛ [0.9%] 18:5 αυτης 𝔐C,K [43.3%] ¦ — 𝔐A ᴀɴᴛ ᴄᴛ ʀᴘ ᴛʀ [52.5%] 18:6 απεδωκε 𝔐K [48.8%] ¦ απεδωκεν υμιν 𝔐A,C ᴘᴄᴋ ᴛʀ [47.5%] § 18:6 τα διπλα ως και αυτη και 𝔐K 27.7% ¦ αυτη διπλα 𝔐A,C ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 53.4% ¦ διπλα ɴᴀ 4.4% ¦ τα διπλα ꜱʙʟ ᴛʜ ᴡʜ 0.8% * 18:6 αυτης 𝔐K [41.5%] ¦ — 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ [55.8%] 18:7 αὐτὴν (αὑτὴν ꜱʙʟ ᴡʜ) 𝔐K [44.9%] ¦ ἑαυτὴν 𝔐A,C ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ᴛʀ [47.7%] 18:7 και πενθος 𝔐A(24),K [75.3%] ¦ — 𝔐A(17),C ᴘᴄᴋ [22.3%] § 18:7 οτι καθημαι 𝔐A(25),C 45.7% ¦ οτι καθως 𝔐K 21.2% ¦ καθημαι 𝔐A(20) ᴛʀ 15.9% ¦ οτι καθημαι καθως ᴀɴᴛ 1.2% * 18:8 πενθος 𝔐K [40.2%] ¦ και πενθος 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ [58.9%] 18:8 κρινας 𝔐A(25),C,K [79.5%] ¦ κρινων 𝔐A(20) ᴛʀ [20.5%] 18:9 κλαυσουσι 𝔐C,K [61.6%] ¦ κλαυσονται ᴍꜱꜱ [11.1%] ¦ κλαυσονται αυτην 𝔐A(20) ᴛʀ [11.1%] ¦ κλαυσουσιν αυτην 𝔐A(14) ᴀɴᴛ [10.2%] § 18:9 αυτην 𝔐C,K [64.2%] ¦ αυτη 𝔐A ᴀɴᴛ ᴛʀ [28.8%] * 18:10 ουαι 𝔐A(30),C,K [84.3%] ¦ ουαι ουαι ᴍꜱꜱ [5.1%] ¦ — 𝔐A(16) [10.6%] 18:10 μια ωρα 𝔐A(22),C,K [76.4%] ¦ εν μια ωρα 𝔐A(21) ᴛʀ [14.4%] ¦ μιαν ωραν ᴍꜱꜱ [8.8%] 18:11 κλαυσουσι και πενθησουσιν 𝔐K [42.8%] ¦ κλαιουσι και πενθουσιν 𝔐A,C ᴄᴛ ᴘᴄᴋ ᴛʀ [40%] ¦ κλαυσουσιν ᴍꜱꜱ [8.4%] § 18:11 επ αυτη 𝔐C,K ᴇᴄᴍ† 62.2% ¦ επ αυτην ᴄᴛ 8.9% ¦ εφ εαυτοις 𝔐A 7.7% ¦ εν εαυτοις ᴍꜱꜱ 5.7% * 18:12 μαργαριτου 𝔐A,C,K ᴇᴄᴍ† 85.1% ¦ μαργαριτων ᴄᴛ 9.5% 18:12 βυσσινου 𝔐K [54.6%] ¦ βυσσου 𝔐A,C ᴘᴄᴋ ᴛʀ [41.7%] 18:12 πορφυρου 𝔐A,C,K 72.7% ¦ πορφυρας ᴀɴᴛ ᴄᴛ ᴛʀ 25.6% § 18:12 σηρικου 𝔐A,C,K [67.4%] ¦ σιρικου ᴄᴛ [15.8%] ¦ συρικου ᴍꜱꜱ [9.8%] {Note: ᴇᴄᴍ does not list συρικου separately; rather, it considers συρικου to be an alternate spelling of σιρικου. However, here they are presented separately.} * 18:13 κιναμωμον 𝔐A(19),C [25.5%] ¦ κιναμωμου 𝔐K(33) [24.5%] ¦ κινναμωμου 𝔐K(37) [20.3%] ¦ κιναμωμον και αμωμον 𝔐A(12) ᴀɴᴛ [11.8%] ¦ κινναμωμον και αμωμον ᴄᴛ [6.1%] ¦ κινναμωμον ᴍꜱꜱ [5.7%] {Note: Hoskier's collation fails to document the manuscripts that support κινναμωμου. The readings of those manuscripts have been confirmed from the images at INTF.} 18:13 οινον και ελαιον 𝔐A,C 50% ¦ ελαιον 𝔐K 32.8% ¦ ελαιον και οινον ᴍꜱꜱ 7.2% 18:13 προβατα και κτηνη 𝔐K 42.6% ¦ κτηνη και προβατα 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 46.7% § 18:13 ραιδων 𝔐C,K [50.7%] ¦ ρεδων 𝔐A ᴀɴᴛ ᴄᴛ ᴛʀ [42.3%] * 18:14 της επιθυμιας της ψυχης σου 𝔐A,C,K 85.9% ¦ σου της επιθυμιας της ψυχης ᴄᴛ 3.3% 18:14 απηλθεν 𝔐A,C,K [95.9%] ¦ απωλετο ᴀɴᴛ [0%] 18:14 απωλετο 𝔐K [51.6%] ¦ απωλοντο 𝔐C ᴘᴄᴋ [20.7%] ¦ απηλθεν 𝔐A ᴀɴᴛ ᴛʀ [19.8%] § 18:14 αυτα ου μη ευρης 𝔐K 32.5% ¦ ου μη ευρησεις αυτα 𝔐A(19),C ᴘᴄᴋ 26.7% ¦ ου μη ευρης αυτα 𝔐A(11) 11.9% ¦ ου μη ευρησης αυτα ᴛʀ 4.9% ¦ ου μη αυτα ευρησουσιν ꜱʙʟ ᴛʜ ᴡʜ 4.1% ¦ αυτα ου μη ευρησουσιν ɴᴀ 2.1% ¦ ου μη αυτα ευρησεις ᴀɴᴛ 0% * 18:15 και 𝔐K [32.7%] ¦ — 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ [67.3%] 18:16 λεγοντες 𝔐K(48) [29.6%] ¦ και λεγοντες 𝔐A,C,K(28) ᴇᴄᴍ† ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ [56.5%] ¦ — ᴍꜱꜱ [10.6%] 18:16 ουαι 𝔐A,C [56.5%] ¦ — 𝔐K [39.8%] § 18:16 βυσσον 𝔐K [38%] ¦ βυσσινον 𝔐A,C ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ [61.1%] * 18:16 χρυσιω 𝔐K ᴇᴄᴍ† [50.7%] ¦ εν χρυσω 𝔐A,C ᴘᴄᴋ ᴛʀ [36.3%] ¦ χρυσω ᴍꜱꜱ [6.5%] ¦ εν χρυσιω ᴀɴᴛ ɴᴀ ᴡʜ [2.8%] 18:16 μαργαριταις 𝔐A,C,K 88% ¦ μαργαριτη ᴄᴛ 8.3% 18:17 ο επι τοπον πλεων 𝔐K [43.7%] ¦ επι των πλοιων πλεων 𝔐A [20.2%] ¦ ο επι των πλοιων πλεων 𝔐C ᴘᴄᴋ [19.7%] ¦ επι των πλοιων ο ομιλος ᴛʀ [1.9%] § 18:18 εκραζον 𝔐A,C,K [85%] ¦ εκραξαν ᴇᴄᴍ† ꜱʙʟ ᴛʜ ᴡʜ [9.3%] * 18:18 βλεποντες 𝔐A,C,K [87.9%] ¦ ορωντες ᴛʀ [5.6%] 18:19 εκραζον 𝔐A,C,K [88.8%] ¦ εκραξαν ꜱʙʟ ᴛʜ ᴡʜ [3.3%] ¦ {omit και εβαλον χουν επι τας κεφαλας αυτων και εκραζον κλαιοντες και πενθουντες και λεγοντες} ᴍꜱꜱ [5.6%] 18:19 και 𝔐A,C,K [70.4%] ¦ — ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴛʀ ᴡʜ [11.3%] ¦ {omit και εβαλον χουν επι τας κεφαλας αυτων και εκραζον κλαιοντες και πενθουντες και λεγοντες} ᴍꜱꜱ [5.6%] § 18:19 τα 𝔐C,K [69.9%] ¦ — 𝔐A ᴛʀ [30.1%] * 18:20 αυτη 𝔐C,K [66.8%] ¦ αυτην 𝔐A ᴛʀ [30.9%] 18:20 και οι 𝔐A(17),C,K [77.4%] ¦ — 𝔐A(25) ᴛʀ [19.4%] 18:21 μυλον 𝔐A,C,K 89% ¦ μυλινον ꜱʙʟ ᴛʜ ᴡʜ 2% § 18:21 ουτως 𝔐A,K 82.1% ¦ — 𝔐C ᴘᴄᴋ 13.4% * 18:23 οτι οι 𝔐A,C [62.3%] ¦ οι 𝔐K ʜꜰ [29.8%] ¦ οτι ᴍꜱꜱ [6%] 18:23 φαρμακεια 𝔐A(28),C,K [79.6%] ¦ φαρμακια 𝔐A(17) ɴᴀ ᴛʜ ᴡʜ [19.9%] 18:24 αιματα 𝔐A,C,K 81.8% ¦ αιμα ᴄᴛ ᴛʀ 18.2%