19
Heaven Rejoices over Babylon
*Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ, §λεγόντων,
 
Ἁλληλούϊα·
σωτηρία καὶ *δύναμις καὶ δόξα τοῦ Θεοῦ ἡμῶν·
ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ·
ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην,
ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,
καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
 
Καὶ δεύτερον §εἴρηκεν,
 
Ἁλληλούϊα·
καὶ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 
Καὶ *ἔπεσον οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες, καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ §τοῦ θρόνου, λέγοντες, Ἀμήν· Ἁλληλούϊα. Καὶ φωνὴ *ἀπὸ τοῦ θρόνου ἐξῆλθε, λέγουσα,
 
Αἰνεῖτε τὸν Θεὸν ἡμῶν
πάντες οἱ δοῦλοι αὐτοῦ,
καὶ οἱ φοβούμενοι αὐτόν,
§οἱ μικροὶ καὶ οἱ μεγάλοι.
 
Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, *λέγοντες,
 
Ἁλληλούϊα·
ὅτι ἐβασίλευσε Κύριος
Θεὸς ἡμῶν παντοκράτωρ.
Χαίρωμεν καὶ ἀγαλλιώμεθα,
καὶ §δῶμεν τὴν δόξαν αὐτῷ·
ὅτι ἦλθεν γάμος τοῦ ἀρνίου,
καὶ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται
βύσσινον *λαμπρὸν καὶ καθαρόν·
 
τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.
Καὶ λέγει μοι, Γράψον, Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ §τοῦ Θεοῦ εἰσι. 10 Καὶ *ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον· γὰρ μαρτυρία τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
The Rider on the White Horse
11 Καὶ εἶδον τὸν οὐρανὸν §ἀνεῳγμένον, καὶ ἰδού, ἵππος λευκός, καὶ καθήμενος ἐπαὐτόν, *καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12 Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· ἔχων ὀνόματα γεγραμμένα καὶ ὄνομα γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13 καὶ περιβεβλημένος ἱμάτιον §βεβαμμένον *αἵματι· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, λόγος τοῦ Θεοῦ. 14 Καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ §ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν *καθαρόν. 15 Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία δίστομος ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ §τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος. 16 Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ *ὄνομα γεγραμμένον, Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων.
17 Καὶ εἶδον ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξε §φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς *πετομένοις ἐν μεσουρανήματι, Δεῦτε, συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ§αὐτῶν, καὶ σάρκας πάντων, ἐλευθέρων *τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων. 19 Καὶ εἶδον τὸ θηρίον, καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ § μεταὐτοῦ ψευδοπροφήτης ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς *τὴν καιομένην ἐν θείῳ· 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
* 19:1 μετα ¦ και μετα Αν PCK TR 19:1 ως ¦ — TR 19:1 μεγαλην οχλου πολλου ¦ οχλου πολλου μεγαλην PCK TR § 19:1 λεγοντων ¦ λεγοντος TR * 19:1 δυναμις και η δοξα του θεου ¦ δοξα και η τιμη και η δυναμις κυριω τω θεω TR ¦ δοξα και η δυναμις του θεου ANT CT 19:2 διεφθειρε ¦ εφθειρε CT TR 19:2 χειρος ¦ της χειρος Αν TR § 19:3 ειρηκεν ¦ ειρηκαν Αν ANT CT TR * 19:4 επεσον ¦ επεσαν ANT CT PCK TR 19:4 πρεσβυτεροι οι εικοσι τεσσαρες ¦ πρεσβυτεροι οι κδ΄ ¦ πρεσβυτεροι οι εικοσι και τεσσαρες TR ¦ εικοσι και τεσσαρες πρεσβυτεροι ANT 19:4 τεσσαρα ¦ τεσσερα TH WH § 19:4 του θρονου ¦ τω θρονω K ANT CT HF * 19:5 απο ¦ εκ Αν PCK TR 19:5 τον θεον ¦ τω θεω CT 19:5 και ¦ — WH § 19:5 οι ¦ και οι TR * 19:6 λεγοντες ¦ λεγοντας PCK TR ¦ λεγοντων ANT CT 19:6 ημων ¦ — ANT SBL TR 19:7 αγαλλιωμεθα ¦ αγαλλιωμεν CT § 19:7 δωμεν ¦ δωσωμεν NA ¦ δωσομεν SBL WH * 19:8 λαμπρον και καθαρον ¦ καθαρον και λαμπρον TR ¦ λαμπρον καθαρον ANT CT 19:8 των αγιων εστι ¦ εστι των αγιων TR 19:9 το ¦ τον HF § 19:9 του θεου εισι ¦ εισι του θεου Αν PCK TR * 19:10 επεσα ¦ επεσον PCK TR 19:10 ιησου ¦ του ιησου TR 19:10 του ιησου ¦ ιησου Αν CT § 19:11 ανεωγμενον ¦ ηνεωγμενον NA SBL TH WH * 19:11 καλουμενος πιστος ¦ πιστος καλουμενος SBL WH ¦ πιστος ECM† 19:12 φλοξ ¦ ως φλοξ ANT NA TR 19:12 ονοματα γεγραμμενα και ¦ — CT TR § 19:13 βεβαμμενον ¦ ρεραντισμενον WH * 19:13 αιματι ¦ εν αιματι ANT 19:13 καλειται ¦ κεκληται K ANT CT HF 19:14 τα ¦ — Αν ST TH § 19:14 επι ¦ εφ CT TR * 19:14 καθαρον ¦ και καθαρον TR 19:15 διστομος οξεια ¦ οξεια CT TR ¦ οξεια διστομος ANT 19:15 παταξη ¦ πατασση ANT TR § 19:15 της ¦ και της Αν TR * 19:16 ονομα ¦ το ονομα ST 19:17 ειδον ¦ ιδον ECM 19:17 αγγελον ¦ ενα αγγελον ANT CT PCK TR § 19:17 φωνη ¦ εν φωνη ANT ECM† HF NA WH * 19:17 πετομενοις ¦ πετωμενοις TR 19:17 συναχθητε ¦ και συναγεσθε TR 19:17 το δειπνον το μεγα του ¦ τον δειπνον τον μεγαν του HF ¦ το δειπνον του μεγαλου TR § 19:18 αυτων ¦ αυτους WH * 19:18 τε ¦ — ST 19:18 τε ¦ — Αν CT TR 19:19 πολεμον ¦ τον πολεμον ANT ECM† HF NA SBL TH WH § 19:20 ο μετ αυτου ¦ μετ αυτου ο ECM† NA PCK SBL TH WH ¦ μετα τουτου ο TR * 19:20 την καιομενην ¦ της καιομενης NA SBL TH WH 19:20 θειω ¦ τω θειω Αν TR 19:21 εξελθουση ¦ εκπορευομενη TR