20
Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν *κλεῖν τῆς ἀβύσσου, καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. Καὶ ἐκράτησε τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον, ὅς ἐστι διάβολος καὶ Σατανᾶς, § πλανῶν τὴν οἰκουμένην ὅλην, καὶ ἔδησεν αὐτὸν χίλια ἔτη, καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον, καὶ *ἔκλεισε καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ πλανᾷ ἔτι τὰ ἔθνη, ἄχρι τελεσθῇ τὰ χίλια ἔτη· §καὶ μετὰ ταῦτα δεῖ *αὐτὸν λυθῆναι μικρὸν χρόνον.
Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπαὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς· καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ, καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον, οὐδὲ §τὴν εἰκόνα αὐτοῦ, καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ *μέτωπον, καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν, καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ τὰ χίλια ἔτη. §Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ *ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἀνάστασις πρώτη. Μακάριος καὶ ἅγιος ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσι §μεταὐτοῦ *χίλια ἔτη.
Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ, καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσι γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸν Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς §τὸν πόλεμον· ὧν *ἀριθμὸς ὡς ἄμμος τῆς θαλάσσης. Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλωσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ, καὶ κατέφαγεν αὐτούς. 10 Καὶ διάβολος πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ §θείου, ὅπου *καὶ τὸ θηρίον καὶ ψευδοπροφήτης· καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
11 Καὶ εἶδον θρόνον μέγαν λευκόν, καὶ τὸν καθήμενον ἐπαὐτόν, οὗ ἀπὸ §προσώπου ἔφυγεν * γῆ καὶ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς. 12 Καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ θρόνου, καὶ βιβλία §ἠνεῴχθησαν· καὶ *ἄλλο βιβλίον ἠνεῴχθη, ἐστι τῆς ζωῆς· καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν. 13 Καὶ ἔδωκεν θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ Θάνατος καὶ ᾍδης ἔδωκαν τοὺς §νεκροὺς τοὺς ἐν αὐτοῖς· καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα *αὐτῶν. 14 Καὶ Θάνατος καὶ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος θάνατος δεύτερός ἐστιν, λίμνη τοῦ πυρός. 15 Καὶ εἴ τις οὐχ εὑρέθη ἐν §τῷ βιβλίῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
* 20:1 κλειν ¦ κλειδα TR 20:2 τον οφιν τον αρχαιον ¦ ο οφις ο αρχαιος CT 20:2 ο ¦ — BYZ TR § 20:2 ο πλανων την οικουμενην ολην ¦ ο πλανων την οικουμενην ANT ¦ — Αν CT TR * 20:3 εκλεισε ¦ εκλεισεν αυτον TR 20:3 πλανα ¦ πλανηση CT TR 20:3 ετι τα εθνη ¦ τα εθνη ετι TR § 20:3 και ¦ — K ANT BYZ CT HF * 20:3 αυτον λυθηναι ¦ λυθηναι αυτον K BYZ CT HF 20:4 το θηριον ¦ τω θηριω BYZ PCK TR 20:4 ουδε ¦ ουτε Αν ANT BYZ PCK TR § 20:4 την εικονα ¦ τη εικονι PCK * 20:4 μετωπον ¦ μετωπον αυτων Αν ANT BYZ PCK TR 20:4 του ¦ — TR 20:4 τα ¦ — Αν ANT BYZ CT PCK SCR § 20:5 και οι … εζησαν αχρι … ετη ¦ οι δε … ανεζησαν εως … ετη TR ¦ και οι … εζησαν εως … ετη ANT ¦ οι λοιποι … εζησαν αχρι … ετη CT ¦ — K * 20:5 εζησαν ¦ ανεζησαν TR 20:5 αχρι ¦ εως ANT TR 20:6 δευτερος θανατος ¦ θανατος ο δευτερος TR § 20:6 μετ αυτου ¦ μετα ταυτα K * 20:6 χιλια ¦ τα χιλια NA TH WH 20:7 οταν τελεσθη ¦ μετα K BYZ HF 20:8 τον ¦ — Αν CT § 20:8 τον ¦ — Αν TR * 20:8 αριθμος ¦ αριθμος αυτων K ANT BYZ CT HF 20:9 εκυκλωσαν ¦ εκυκλευσαν K ANT BYZ CT HF PCK 20:9 εκ του ουρανου απο του θεου ¦ απο του θεου εκ του ουρανου TR ¦ εκ του ουρανου CT § 20:10 θειου ¦ του θειου ANT * 20:10 και ¦ — TR 20:11 μεγαν λευκον ¦ λευκον μεγαν Αν BYZ TR 20:11 αυτον ¦ αυτου SBL TH TR WH ¦ αυτω ANT § 20:11 προσωπου ¦ του προσωπου CT * 20:11 η γη και ο ουρανος ¦ ο ουρανος και η γη PCK 20:12 τους μεγαλους και τους μικρους ¦ μικρους και μεγαλους TR ¦ — K 20:12 θρονου ¦ θεου TR § 20:12 ηνεωχθησαν ¦ ηνοιξαν K BYZ HF ¦ ανεωχθησαν PCK ¦ ηνοιχθησαν ANT CT * 20:12 αλλο βιβλιον ¦ βιβλιον αλλο TR 20:12 ηνεωχθη ¦ ανεωχθη PCK ¦ ηνοιχθη ANT CT 20:13 νεκρους τους εν αυτη ¦ εν αυτη νεκρους BYZ PCK TR § 20:13 νεκρους τους εν αυτοις ¦ εν αυτοις νεκρους BYZ PCK TR * 20:13 αυτων ¦ αυτου HF 20:14 ο θανατος ο δευτερος εστιν ¦ εστιν ο θανατος ο δευτερος PCK ¦ εστιν ο δευτερος θανατος TR 20:14 η λιμνη του πυρος ¦ — ANT TR § 20:15 τω βιβλιω ¦ τη βιβλω ANT BYZ CT PCK TR